Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.
- χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα
- ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς
- ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα
- εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας
- ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,
- ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·
- ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
- ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
- οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
- εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
- νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
- ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω
- ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
- εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
- ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
- εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,
- νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
- σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
- πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
- ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
- Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
- καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
- πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
- ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
- κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
- μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
- σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
- ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
- ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
- λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
- ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
- ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
- σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
- οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.
- νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
- ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
- παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.
- τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·
- Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες
- ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
- ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
- εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
- δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
- ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,
- οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,
- ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
- εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.
- ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,
- τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,
- οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
- ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων
- πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.
- ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
- οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,
- μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.
- Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
- χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·
- κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
- καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον
- νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
- ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
- μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
- ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
- Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
- εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
- οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
- οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
- εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
- οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
- παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
- οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
- ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
- οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
- ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
- τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
- ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
- οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
- ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
- σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
- τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
- ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.
- ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,
- ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
- οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
- δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους
- αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
- πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·
- τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
- ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
- ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν
- Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
- βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
- εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
- αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
- Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
- ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
- ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
- ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
- ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
- νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
- ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν
- δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
- ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
- κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;
- νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
- πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
- πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
- ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.
- εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
- ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων
- γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
- ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο
- ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
- οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
- ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
- ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
- ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
- ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
- ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
- ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,
- ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
- ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·
- τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
- τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
- οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
- κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
- τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
- ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
- εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
- ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·
- ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
- ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
- ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς
- οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
- κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
- δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
- ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
- Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
- τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
- μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
- ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
- κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
- διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
- δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
- ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·
- εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
- αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·
- ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
- μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.
- εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
- νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
- ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
- καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
- τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
- ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
- μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης
- διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
- οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,
- ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.
- ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ
- πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.
- ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,
- πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
- ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
- ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.
- ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
- αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
- αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,
- ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.
- Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.
- ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
- Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
- καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,
- ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
- ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
- ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
- δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
- καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ
- ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.
- στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι
- ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.
- ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
- βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·
- ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
- πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.
- οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν
- ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
- αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
- ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
- Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
- Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
- ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
- ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
- ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
- καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
- αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
- εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
- τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
- δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη
- ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,
- οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.
- ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
- οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
- κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
- ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,
- νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς
- ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,
- ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
- τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
- ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.
- Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
- ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.
- ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
- στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
- ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
- ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
- στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
- ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
- δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
- στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
- λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
- ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
- παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
- Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
- οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι
- καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
- οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
- ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
- ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
- ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ
- ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
- εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,
- οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης
- στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
- ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
- τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·
- τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
- πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
- ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
- εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
- λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·
- ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
- οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·
- αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
- τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
- ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω
- οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
- ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
- καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
- ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
- ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι
- δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
- οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
- χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
- πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
- ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
- κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
- πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
- δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
- χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα
- Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
- εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
- τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
- αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
- δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
- σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
- εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
- ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
- τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
- ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
- χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
- οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
- αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
- κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
- ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
- Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
- αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
- σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
- δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
- οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
- ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
- δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
- ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
- οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
- μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
- νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
- ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
- ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
- ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
- οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
- ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
- θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
- θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
- ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
- ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
- εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
- ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·
- πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
- πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
- δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
- σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
- ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
- πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
- κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
- οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
- εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
- εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
- τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
- κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
- ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
- πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
- μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
- ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
- λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
- ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
- δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
- τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
- δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
- ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
- πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
- ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
- μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
- ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
- ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
- ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
- Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
- ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
- πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
- οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
- ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
- πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
- εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
- παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
- ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
- ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
- παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
- κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
- ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
- ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
- ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
- οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
- ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
- φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
- αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
- βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
- καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
- Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
- πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
- μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
- ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
- τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
- μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
- οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
- μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
- ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
- νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,
- οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
- λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,
- ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
- νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
- οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
- ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
- ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
- ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
- νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
- ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
- ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
- κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
- ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες
- αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
- ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα
- ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
- ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
- οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,
- σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
- οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
- ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
- αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
- αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
- φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
- φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
- ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
- ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
- ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
- νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,
- ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.
- ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν
- δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
- τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
- ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα
- ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
- ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
- πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
- τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας
- Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
- ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη
- οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
- ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
- κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
- ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
- πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
- εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,
- οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
- εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
- πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
- οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
- Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
- ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
- ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
- ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
- ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
- Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
- καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
- ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
- καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
- οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
- αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
- τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
- οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
- ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
- πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
- φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
- ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
- εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
- ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
- τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
- ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
- εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
- ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
- δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—
- οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
- ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
- εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
- τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·
- λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε
- ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
- τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
- ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
- βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
- οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
- ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
- ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
- ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
- καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
- μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
- κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
- φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
- νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
- Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·
- τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·
- ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
- ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·
- πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
- ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον
- Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
- ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
- πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
- ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,
- εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
- Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·
- τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
- ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
- κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν
- κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
- ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
- ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
- πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.
- ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
- δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·
- πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν
- Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
- ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
- δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
- κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
- τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
- πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
- πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
- ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
- ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
- Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
- ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
- ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
- οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
- πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
- Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
- νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
- ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
- ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
- ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
- ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
- ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
- ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
- κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
- ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
- ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
- ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
- ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
- ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
- ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
- αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
- ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
- κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
- Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
- ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
- ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
- τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
- ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
- κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
- τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
- ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
- Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
- ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
- μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
- αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
- πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
- καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,
- κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
- οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
- κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
- ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
- ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
- ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
- ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
- ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
- αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
- ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
- εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
- πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
- ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
- λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
- ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
- ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
- τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
- ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
- ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
- σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
- ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
- δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
- ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
- τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
- κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
- νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
- γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
- αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
- δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
- ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
- Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
- Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
- ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
- ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
- ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
- οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
- αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
- οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
- νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
- ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
- ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
- τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
- Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
- ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
- σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
- εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
- οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
- οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
- πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
- ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
- νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
- εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
- οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
- πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
- οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
- ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
- φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
- θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
- Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
- εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
- οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
- ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
- ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
- ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
- αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
- σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
- ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
- τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
- ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
- τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
- υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
- ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
- ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
- τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
- οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
- ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
- τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
- εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
- αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
- οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
- τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
- Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
- τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
- πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
- ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
- αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
- τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
- ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
- οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
- λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
- Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
- ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
- Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
- σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
- ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
- Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
- τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
- πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
- τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
- καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
- ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
- ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
- ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
- ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
- εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
- πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
- εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
- ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
- οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
- δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
- ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
- ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
- Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
- ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
- ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
- οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
- ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
- χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
- ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
- βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
- χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
- ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
- ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
- ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
- Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
- χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
- εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
- αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
- αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
- ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
- αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν
- θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
- Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
- οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
- ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
- τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,
- αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
- πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
- δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
- καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
- λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
- αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
- μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
- ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
- τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
- Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
- αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
- ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
- ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
- πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
- οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
- δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
- οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
- παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
- ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
- καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
- ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
- ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
- ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
- πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
- ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
- μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
- ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
- οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
- δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
- ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
- υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
- ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
- ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
- μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
- ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
- ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
- δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
- οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
- πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
- τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
- υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
- τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
- ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
- δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
- τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
- Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
- υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
- ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
- ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,
- ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
- Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
- ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα
- γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
- τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
- φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,
- μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
- τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
- Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
- στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
- ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
- βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
- ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
- ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
- ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
- ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
- οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,
- τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
- ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
- ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς
- ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους
- ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
- ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους
- ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
- οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
- καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,
- πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
- ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
- αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
- θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
- ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
- δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
- αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
- ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
- τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
- ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
- ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
- χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
- καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
- νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
- σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
- εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
- δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
- παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
- τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
- σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
- δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
- ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
- ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
- σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
- ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
- ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
- ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
- φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
- χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
- χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
- Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,
- ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.
- τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
- καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
- ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
- ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
- κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
- ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
- Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
- Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
- καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
- τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
- ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
- τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
- ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
- ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
- ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
- λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
- ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
- καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
- εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
- εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
- ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
- ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
- Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
- ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
- πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
- ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
- παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
- τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
- ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
- μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
- ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
- αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
- κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
- ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
- Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
- Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
- ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
- δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
- χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
- ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
- μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
- ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
- ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
- ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
- ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
- ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
- τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
- Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
- Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
- Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
- Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
- ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
- δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
- χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
- χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
- ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
- τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
- νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
- ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
- ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
- αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
- ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
- ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
- ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
- οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
- οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
- ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
- Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
- κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
- ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
- οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
- κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
- ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
- καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι
- μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
- ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,
- χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
- τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
- Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
- κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
- ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ
- ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
- ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
- αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
- τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
- ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
- πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο
- ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
- ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
- εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
- ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
- ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
- καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
- Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
- νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
- καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
- ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
- καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
- αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
- καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
- ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
- πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
- ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
- ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
- ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
- κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
- κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
- οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
- μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
- τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
- τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
- Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
- Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
- οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
- καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
- τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
- ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
- κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
- τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
- κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
- καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
- Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
- ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
- Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
- ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
- εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
- τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
- ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
- ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
- ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
- αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
- υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
- ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
- δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
- χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
- Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
- ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
- ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
- αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
- νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
- ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
- οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
- οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
- οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
- χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
- τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
- ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
- Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
- φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
- ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
- ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
- αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
- ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
- Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
- ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
- Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
- ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
- καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
- πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
- ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
- ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
- δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
- αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
- σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
- ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
- ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
- δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
- τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν
- πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
- καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
- ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
- ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
- μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
- πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
- καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
- πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
- ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
- ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
- χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
- ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
- δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
- παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
- οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
- ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
- ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
- ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
- ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
- οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
- οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
- ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
- Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
- ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
- δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
- καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
- τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
- ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
- πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
- αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
- ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
- νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
- ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
- ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
- ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
- Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
- ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
- νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
- τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
- ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,
- οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
- ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη
- ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
- ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν
- δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
- πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,
- χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
- αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
- δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
- οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
- Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
- Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
- πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
- εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
- ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
- βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
- Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,
- ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
- δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
- ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
- ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
- δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
- μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
- μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
- τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
- κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
- ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
- πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
- μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
- ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
- λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
- ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
- δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
- τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
- ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
- ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
- ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
- νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
- κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
- βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
- ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
- ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
- αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
- τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
- ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
- κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
- τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
- πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
- ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
- ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
- ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
- τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
- Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
- ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
- οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
- νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
- Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
- τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
- ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
- ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας
- ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
- ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι
- πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν
- πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
- καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,
- εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,
- Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
- Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
- ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
- αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
- γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
- ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
- νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
- ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
- ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
- εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
- ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
- ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
- ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
- ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
- νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
- ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
- τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
- πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
- ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
- πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
- τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.
- τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
- ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
- νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
- καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,
- ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται
- οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
- μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·
- ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
- ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
- τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
- ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
- τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
- πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
- ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
- ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
- ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
- πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
- ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν
- εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους
- τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
- πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
- φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
- αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
- λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
- τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
- καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,
- αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
- πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν
- ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
- ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
- ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,
- τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
- καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
- ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
- νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
- ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
- αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,
- ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
- αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
- δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·
- δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
- ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
- τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.
- τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
- τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·
- πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.
- εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν
- ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·
- ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
- ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
- φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
- τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
- ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·
- ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
- ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
- πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·
- φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
- ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
- ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας
- ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·
- ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
- ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
- ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας
- βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
- ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,
- αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
- γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·
- ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
- ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,
- καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
- τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,
- ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
- ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
- εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
- ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
- ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
- νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
- ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι
- ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα
- σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
- οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
- οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
- πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
- αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας
- ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
- καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.
- ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
- οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον
- Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
- ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·
- ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
- οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
- ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
- ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
- Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
- ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
- δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.
- πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
- ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
- ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
- εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
- Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
- Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
- πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
- καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
- εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·
- φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
- τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·
- αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
- ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·
- καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
- τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·
- τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
- ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
- σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν
- ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
- ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
- ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
- πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
- ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
- τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.
- ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
- ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,
- ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
- καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ
- δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
- τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
- Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν
- χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,
- μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
- βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
- αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
- κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
- εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
- αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
- ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
- τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
- δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
- οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,
- οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.
- ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
- κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
- ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
- αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
- δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
- μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
- κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
- πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
- ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
- κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
- ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
- αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
- τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,
- ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
- ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
- υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
- τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
- νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
- ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
- οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
- οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
- σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
- Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
- ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
- ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
- τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
- οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,
- ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
- Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
- οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
- ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
- αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν
- ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
- αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
- δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
- δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
- ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
- ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
- ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
- ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
- στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
- αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
- χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
- ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
- ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
- ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
- ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
- καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
- τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
- δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
- ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
- καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην
- ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
- αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
- τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
- ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
- δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·
- ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
- ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
- εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
- πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.
- ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·
- αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
- οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,
- αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
- ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
- χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·
- τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
- δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
- δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·
- δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
- ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
- ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
- Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
- κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.
- οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·
- σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
- ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
- μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
- δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
- ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
- Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
- ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
- τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
- Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
- Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
- ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;
- νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
- Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
- δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
- ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
- ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
- ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
- ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
- τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
- νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
- κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
- θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
- καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
- ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
- ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
- τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
- αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
- ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
- αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
- κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
- οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
- Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
- ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
- χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
- ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
- τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
- μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
- τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
- ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
- πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
- ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
- Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
- ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
- νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
- ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
- Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
- ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
- ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
- ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
- ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
- αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
- οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
- μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
- κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
- αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.
- βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
- τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
- κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
- ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
- ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
- μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
- ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
- οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
- κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
- ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
- οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
- οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν