Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,
  2. μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.
  3. χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα
  4. ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς
  5. ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα
  6. εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας
  7. ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
  8. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  9. Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,
  10. ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·
  11. ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
  12. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  13. οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
  14. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  15. νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  16. ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω
  17. ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
  18. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
  19. ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
  20. εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,
  21. νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  22. σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
  23. πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
  24. ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
  25. Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
  26. καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
  27. πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
  28. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  29. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  30. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  31. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  32. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  33. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  34. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  35. ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
  36. ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
  37. σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
  38. οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.
  39. νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
  40. ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
  41. παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.
  42. τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·
  43. Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες
  44. ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
  45. ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
  46. εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
  47. δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
  48. ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,
  49. οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,
  50. ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
  51. εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.
  52. ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,
  53. τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,
  54. οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
  55. ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων
  56. πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.
  57. ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
  58. οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,
  59. μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.
  60. Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
  61. χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·
  62. κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
  63. καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον
  64. νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
  65. ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
  66. μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
  67. ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  68. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
  69. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  70. Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  71. εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
  72. οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
  73. οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
  74. εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
  75. οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
  76. παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
  77. οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
  78. ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  79. οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
  80. ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
  81. τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
  82. ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
  83. οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
  84. ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
  85. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
  86. τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
  87. ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.
  88. ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,
  89. ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
  90. οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
  91. δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους
  92. αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες