Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
  • ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο
  • φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς
  • ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
  • ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
  • οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,
  • σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.