ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσινοἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιοφοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺςὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼςπαρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷτίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·