Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
  2. ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
  3. οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·
  4. ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
  5. ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο
  6. φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς
  7. ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
  8. ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
  9. οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,
  10. σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
  11. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  12. αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
  13. παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
  14. αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
  15. πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·
  16. σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ
  17. τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
  18. Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·
  19. μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·
  20. οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
  21. πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
  22. οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν
  23. μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
  24. οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,
  25. οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,
  26. μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.
  27. χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα
  28. ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς
  29. ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα
  30. εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας
  31. ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.