Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι
  2. Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
  3. Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ
  4. ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
  5. τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
  6. Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
  7. ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
  8. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
  9. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  10. οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος