Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν
  • φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ
  • παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.
  • οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·
  • καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,
  • ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον
  • Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
  • φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,
  • ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
  • οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.