δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδηἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύειπάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶνφραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶπαυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινονἈργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷοἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.