Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·
  • τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς
  • δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
  • ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
  • πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,