Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
  2. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  3. Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
  4. ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·
  5. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·
  6. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  7. μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·
  8. τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς
  9. δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
  10. ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
  11. πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
  12. οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν