Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·
  2. ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
  3. ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
  4. ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·
  5. δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
  6. δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.
  7. θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·
  8. ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.