Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
  2. ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
  3. κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
  4. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
  5. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
  6. ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς
  7. ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
  8. τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
  9. πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·
  10. ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
  11. ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
  12. ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·
  13. δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
  14. δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.
  15. θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·
  16. ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
  17. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  18. Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
  19. ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·
  20. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·