Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας
  2. ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
  3. εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
  4. ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
  5. κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
  6. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
  7. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
  8. ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς
  9. ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
  10. τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
  11. πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·