Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
  2. ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
  3. δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς
  4. οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων
  5. ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
  6. ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
  7. ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας
  8. ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
  9. εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
  10. ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
  11. κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
  12. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
  13. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
  14. ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς
  15. ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
  16. τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
  17. πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·
  18. ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
  19. ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
  20. ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·
  21. δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
  22. δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.
  23. θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·
  24. ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
  25. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  26. Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
  27. ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·
  28. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·
  29. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  30. μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·
  31. τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς
  32. δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
  33. ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
  34. πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
  35. οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν
  36. φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ
  37. παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.
  38. οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·
  39. καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,
  40. ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον
  41. Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
  42. φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,
  43. ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
  44. οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  45. τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
  46. ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
  47. οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·
  48. ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
  49. ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο
  50. φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς
  51. ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
  52. ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
  53. οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,
  54. σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
  55. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  56. αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
  57. παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
  58. αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
  59. πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·
  60. σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ
  61. τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
  62. Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·
  63. μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·
  64. οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
  65. πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
  66. οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν
  67. μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
  68. οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,
  69. οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,
  70. μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.
  71. χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα
  72. ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς
  73. ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα
  74. εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας
  75. ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
  76. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  77. Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,
  78. ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·
  79. ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
  80. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  81. οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
  82. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  83. νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  84. ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω
  85. ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
  86. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
  87. ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
  88. εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,
  89. νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  90. σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
  91. πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
  92. ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
  93. Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
  94. καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
  95. πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
  96. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·