Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
  • ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
  • δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς
  • οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων
  • ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
  • ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
  • ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας
  • ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.