Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
  2. ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
  3. τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,
  4. ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
  5. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι
  6. Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
  7. Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ
  8. ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
  9. τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
  10. Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
  11. ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
  12. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·