Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
  • κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,
  • τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,
  • Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·
  • τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
  • ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.
  • τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,
  • ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν
  • ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
  • ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.