Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
- ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
- νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
- ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
- ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
- καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
- καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
- ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·
- σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς
- αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·
- μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
- τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
- εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,
- τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη
- ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
- κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,
- τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,
- Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·
- τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
- ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.
- τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,
- ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν
- ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
- ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.
- ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
- πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι
- ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,
- ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν
- Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
- ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
- δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς
- οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων
- ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
- ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
- ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας
- ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
- εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
- ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
- κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
- αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
- νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
- ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς
- ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
- τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
- πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·
- ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
- ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
- ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·
- δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
- δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.
- θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·
- ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
- τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
- Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
- ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·
- ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
- μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·
- τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς
- δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
- ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
- πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
- οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν
- φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ
- παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.
- οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·
- καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,
- ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον
- Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
- φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,
- ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
- οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
- τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
- ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
- οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·
- ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
- ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο
- φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς
- ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
- ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
- οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,
- σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
- ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
- αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
- παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
- αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
- πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·
- σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ
- τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.