Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
  2. Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
  3. ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
  4. ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
  5. ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
  6. δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
  7. ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  8. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  9. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  10. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  11. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  12. ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  13. νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
  14. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
  15. ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
  16. εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
  17. πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
  18. τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
  19. ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
  20. τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
  21. μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
  22. μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
  23. μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
  24. οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
  25. ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
  26. μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
  27. φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
  28. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  29. ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  30. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  31. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
  32. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  33. μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  34. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  35. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  36. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  37. οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
  38. οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
  39. τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
  40. οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
  41. ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
  42. οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
  43. φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
  44. στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
  45. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
  46. κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  47. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  48. ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
  49. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  50. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
  51. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  52. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  53. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  54. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
  55. νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
  56. ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
  57. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  58. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  59. καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
  60. εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
  61. ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
  62. νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
  63. μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
  64. γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
  65. γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
  66. οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
  67. ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
  68. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
  69. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  70. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  71. οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
  72. ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
  73. πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
  74. ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
  75. πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
  76. ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  77. Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
  78. καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
  79. πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
  80. ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
  81. ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
  82. Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
  83. τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
  84. ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
  85. πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
  86. Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
  87. ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
  88. ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
  89. ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
  90. ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
  91. καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
  92. ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
  93. στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
  94. ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
  95. αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
  96. ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
  97. τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
  98. οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
  99. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  100. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
  101. καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
  102. δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
  103. καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
  104. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  105. εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ
  106. εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
  107. τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
  108. ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
  109. τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·
  110. ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,
  111. ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·
  112. τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
  113. ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,