Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  2. πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
  3. ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
  4. πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
  5. ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
  6. ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
  7. ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
  8. Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
  9. ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
  10. ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
  11. ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
  12. δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
  13. ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  14. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  15. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  16. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  17. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  18. ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  19. νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
  20. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
  21. ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
  22. εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα