Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  2. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  3. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
  4. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  5. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  6. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  7. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  8. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  9. μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
  10. ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
  11. καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει