Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  2. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  3. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  4. ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
  5. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  6. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
  7. τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
  8. ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
  9. μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
  10. ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
  11. εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
  12. ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
  13. Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
  14. λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
  15. ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
  16. ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  17. πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
  18. ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
  19. πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
  20. ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
  21. ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
  22. ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
  23. Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,