Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
  2. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  3. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  4. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  5. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  6. ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
  7. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  8. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
  9. τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
  10. ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
  11. μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
  12. ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
  13. εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
  14. ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
  15. Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
  16. λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
  17. ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
  18. ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  19. πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
  20. ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
  21. πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
  22. ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
  23. ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
  24. ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
  25. Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
  26. ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
  27. ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
  28. ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα
  29. δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
  30. ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  31. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  32. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  33. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  34. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  35. ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  36. νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
  37. ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
  38. ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
  39. εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
  40. πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
  41. τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
  42. ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
  43. τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
  44. μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
  45. μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
  46. μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
  47. οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
  48. ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
  49. μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
  50. φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
  51. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  52. ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  53. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  54. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
  55. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  56. μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  57. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  58. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  59. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  60. οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
  61. οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
  62. τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
  63. οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
  64. ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
  65. οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
  66. φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
  67. στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
  68. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·
  69. κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  70. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  71. ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
  72. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  73. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
  74. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  75. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  76. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  77. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
  78. νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
  79. ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
  80. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  81. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  82. καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
  83. εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
  84. ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
  85. νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην
  86. μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες
  87. γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
  88. γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα
  89. οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
  90. ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.
  91. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
  92. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  93. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  94. οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
  95. ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις
  96. πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
  97. ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
  98. πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
  99. ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  100. Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
  101. καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι
  102. πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
  103. ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
  104. ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
  105. Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
  106. τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
  107. ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,