ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασικαὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιονὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰοἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃςἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,