Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  2. δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
  3. ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  4. πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.
  5. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
  6. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  7. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  8. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  9. ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
  10. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  11. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
  12. τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς
  13. ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·
  14. μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
  15. ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
  16. εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
  17. ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,