Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν
  2. νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
  3. ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
  4. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα
  5. δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
  6. ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
  7. ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
  8. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  9. δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;