Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
  2. ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  3. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  4. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  5. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  6. ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
  7. ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
  8. ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  9. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.