Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
  2. ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
  3. ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  4. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  5. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  6. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  7. ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
  8. ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
  9. ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  10. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  11. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ