Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  2. εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
  3. τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
  4. ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
  5. ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
  6. ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.