Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  2. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  3. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
  4. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  5. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  6. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  7. μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
  8. πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  9. πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
  10. νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
  11. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  12. εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
  13. τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
  14. ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
  15. ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
  16. ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
  17. ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  18. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  19. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  20. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  21. ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
  22. ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
  23. ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  24. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  25. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  26. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  27. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  1. αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·
  2. κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε
  3. κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·
  4. Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
  5. ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
  6. κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες
  7. ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
  8. ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
  9. τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
  10. πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
  11. ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
  12. ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
  13. ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
  14. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
  15. ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,
  16. ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·
  17. στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
  18. τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.
  19. ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
  20. ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις
  21. ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
  22. ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·
  23. τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα
  24. νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
  25. ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
  26. ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα
  27. αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,
  28. ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων
  29. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
  30. μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
  31. οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·
  32. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·