Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
  2. ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
  3. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  4. ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
  5. οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
  6. τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
  7. ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
  8. στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
  9. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
  10. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  11. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  12. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  13. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
  14. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  15. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  16. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  17. μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
  18. πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  19. πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
  20. νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
  21. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  22. εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
  23. τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
  24. ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
  25. ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
  26. ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
  27. ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  28. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  29. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  30. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  31. ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
  32. ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
  33. ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  34. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  35. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  36. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  37. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  1. αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·
  2. κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε
  3. κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·
  4. Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
  5. ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
  6. κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες
  7. ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
  8. ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
  9. τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
  10. πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
  11. ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
  12. ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
  13. ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
  14. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
  15. ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,
  16. ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·
  17. στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
  18. τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.
  19. ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
  20. ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις
  21. ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
  22. ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·
  23. τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα
  24. νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
  25. ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
  26. ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα
  27. αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,
  28. ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων
  29. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
  30. μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
  31. οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·
  32. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·
  33. τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;
  34. οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ
  35. καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.
  36. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  37. ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·
  38. ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
  39. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
  40. μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.
  41. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·
  42. εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
  43. πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.
  44. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  45. σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,
  46. ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
  47. αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
  48. ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
  49. εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
  50. νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
  51. καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
  52. ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν
  53. πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.
  54. ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
  55. αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
  56. εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
  57. λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·
  58. κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
  59. αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
  60. Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·
  61. Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη
  62. ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο
  63. αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα
  64. οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
  65. ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
  66. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
  67. τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
  68. ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
  69. τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
  70. Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
  71. εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
  72. ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
  73. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
  74. κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
  75. ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
  76. μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
  77. τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
  78. καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
  79. ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
  80. ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
  81. ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
  82. μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
  83. ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
  84. ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
  85. νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,
  86. ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—
  87. αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
  88. τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
  89. τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
  90. χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
  91. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  92. τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·
  93. μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
  94. ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
  95. χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
  96. ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
  97. θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·
  98. Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  99. ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,
  100. φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
  101. ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
  102. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,
  103. αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,