οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρονἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆοςοἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσινἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσικαὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμακουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·