γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρονἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆοςοἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν