Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  2. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  3. ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
  4. γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
  5. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
  6. αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
  7. τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
  8. οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
  9. οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
  10. οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
  11. ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
  12. ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
  13. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  14. ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος