Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
  2. δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
  3. ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
  4. προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
  5. ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
  6. ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.