Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
  2. ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
  3. ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
  4. ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
  5. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
  6. πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
  7. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  8. ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
  9. ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
  10. πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
  11. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  12. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  13. ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
  14. γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
  15. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
  16. αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
  17. τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
  18. οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
  19. οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,