Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
  • χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
  • ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
  • ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
  • παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα