Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
  2. ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
  3. οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
  4. ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
  5. φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
  6. θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
  7. οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
  8. χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
  9. ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
  10. ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
  11. ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
  12. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
  13. πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
  14. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·