κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσινἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείληςπᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντοἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνιςἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,