Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
  2. ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
  3. παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
  4. κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
  5. ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
  6. ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
  7. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
  8. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  9. ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
  10. μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
  11. παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
  12. γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
  13. νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
  14. καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
  15. κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
  16. ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
  17. χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
  18. ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
  19. ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
  20. πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
  21. ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
  22. αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
  23. ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
  24. οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
  25. ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
  26. φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
  27. θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
  28. οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
  29. χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
  30. ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
  31. ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
  32. ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
  33. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
  34. πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
  35. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  36. ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
  37. ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
  38. πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
  39. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  40. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  41. ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
  42. γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
  43. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
  44. αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
  45. τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
  46. οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
  47. οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
  48. οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
  49. ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
  50. ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
  51. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  52. ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
  53. οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
  54. τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
  55. ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
  56. στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
  57. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
  58. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  59. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  60. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  61. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
  62. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  63. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  64. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  65. μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
  66. πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  67. πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
  68. νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
  69. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  70. εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
  71. τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
  72. ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
  73. ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
  74. ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
  75. ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  76. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  77. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  78. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  79. ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
  80. ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
  81. ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  82. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  83. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  84. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  85. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  1. αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·
  2. κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε
  3. κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·
  4. Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
  5. ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
  6. κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες
  7. ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
  8. ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
  9. τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
  10. πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
  11. ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
  12. ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
  13. ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
  14. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
  15. ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,
  16. ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·
  17. στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
  18. τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.
  19. ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
  20. ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις
  21. ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
  22. ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·
  23. τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα
  24. νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
  25. ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
  26. ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα
  27. αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,
  28. ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων
  29. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
  30. μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
  31. οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·
  32. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·
  33. τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;
  34. οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ
  35. καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.
  36. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  37. ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·
  38. ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
  39. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
  40. μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.
  41. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·
  42. εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
  43. πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.
  44. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  45. σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,
  46. ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·
  47. αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω
  48. ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·
  49. εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
  50. νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,
  51. καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
  52. ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν
  53. πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.
  54. ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
  55. αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
  56. εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,
  57. λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·
  58. κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
  59. αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
  60. Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·
  61. Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη
  62. ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο
  63. αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα
  64. οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
  65. ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
  66. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
  67. τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
  68. ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
  69. τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
  70. Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
  71. εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
  72. ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
  73. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
  74. κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
  75. ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
  76. μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
  77. τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
  78. καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
  79. ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
  80. ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
  81. ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
  82. μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
  83. ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
  84. ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
  85. νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,
  86. ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—
  87. αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
  88. τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
  89. τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
  90. χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
  91. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  92. τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·
  93. μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
  94. ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
  95. χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
  96. ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
  97. θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·
  98. Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  99. ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,
  100. φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
  101. ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
  102. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,
  103. αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
  104. ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
  105. φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
  106. πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
  107. τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
  108. ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
  109. αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
  110. ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
  111. ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
  112. Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
  113. ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,
  114. οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
  115. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
  116. μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
  117. ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
  118. οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
  119. ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
  120. ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
  121. Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
  122. αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
  123. ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
  124. Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
  125. εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·
  126. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  127. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
  128. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·
  129. μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
  130. εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
  131. τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
  132. ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
  133. χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
  134. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  135. οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
  136. οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,
  137. σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
  138. ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
  139. ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
  140. αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
  141. οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
  142. ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
  143. ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
  144. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  145. ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  146. βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  147. ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
  148. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·
  149. ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
  150. ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας
  151. βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας
  152. πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
  153. καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ
  154. ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
  155. οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
  156. ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
  157. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
  158. αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
  159. αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.
  160. ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα
  161. εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
  162. ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης
  163. τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
  164. καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,
  165. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·
  166. ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
  167. ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
  168. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
  169. αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
  170. ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
  171. οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
  172. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  173. ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
  174. αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
  175. δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  176. καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  177. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·
  178. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα
  179. ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
  180. πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω
  181. πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
  182. αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
  183. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
  184. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  185. τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  186. βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
  187. πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
  188. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
  189. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  190. αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
  191. τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
  192. ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
  193. ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
  194. δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
  195. ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
  196. ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
  197. ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
  198. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  199. χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
  200. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  201. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·