Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
  2. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  3. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
  4. τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
  5. δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων
  6. ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
  7. προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
  8. ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
  9. ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
  10. αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
  11. καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
  12. πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν