Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
  • ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
  • ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
  • καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
  • δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
  • ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
  • παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
  • κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,