Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
  • αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
  • ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
  • ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
  • αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
  • κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
  • ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
  • ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
  • καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
  • δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
  • ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
  • παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ