Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  2. ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
  3. καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
  4. ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
  5. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
  6. ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
  7. ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
  8. αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
  9. κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
  10. ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
  11. ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
  12. καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
  13. δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
  14. ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
  15. παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
  16. κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
  17. ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
  18. ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
  19. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
  20. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  21. ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
  22. μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
  23. παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
  24. γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
  25. νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
  26. καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
  27. κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
  28. ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
  29. χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
  30. ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
  31. ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
  32. πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
  33. ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
  34. αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
  35. ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
  36. οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
  37. ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
  38. φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
  39. θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
  40. οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
  41. χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
  42. ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
  43. ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
  44. ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
  45. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
  46. πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
  47. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  48. ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
  49. ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
  50. πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
  51. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  52. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  53. ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
  54. γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
  55. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
  56. αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
  57. τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
  58. οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
  59. οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
  60. οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
  61. ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
  62. ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
  63. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  64. ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
  65. οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
  66. τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
  67. ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
  68. στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
  69. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
  70. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  71. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  72. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  73. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
  74. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  75. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  76. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  77. μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·
  78. πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  79. πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
  80. νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
  81. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  82. εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι
  83. τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
  84. ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
  85. ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
  86. ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
  87. ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  88. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  89. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  90. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  91. ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,
  92. ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
  93. ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  94. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  95. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  96. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  97. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  1. αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·
  2. κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε
  3. κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·
  4. Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
  5. ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
  6. κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες
  7. ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
  8. ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
  9. τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
  10. πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,