Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  2. ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
  3. καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
  4. ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
  5. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
  6. ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
  7. ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
  8. αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
  9. κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
  10. ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
  11. ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
  12. καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
  13. δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
  14. ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
  15. παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
  16. κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
  17. ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
  18. ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
  19. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
  20. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  21. ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
  22. μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
  23. παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
  24. γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
  25. νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
  26. καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
  27. κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
  28. ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
  29. χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
  30. ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
  31. ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
  32. πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
  33. ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.