Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
  2. θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
  3. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  4. ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
  5. καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
  6. ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
  7. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
  8. ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
  9. ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
  10. αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
  11. κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
  12. ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
  13. ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
  14. καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
  15. δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,