Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  2. δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
  3. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
  4. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  5. μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
  6. εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
  7. ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
  8. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  9. οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.