Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
  2. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  3. εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  4. δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
  5. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
  6. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  7. μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
  8. εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
  9. ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
  10. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  11. οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
  12. αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,
  13. αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
  14. θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
  15. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  16. ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
  17. καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
  18. ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
  19. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
  20. ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
  21. ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
  22. αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
  23. κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
  24. ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
  25. ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
  26. καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
  27. δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
  28. ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
  29. παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
  30. κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
  31. ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
  32. ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,