Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  2. οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
  3. ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
  4. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  5. εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  6. δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
  7. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
  8. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς