Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
  2. δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
  3. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  4. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  5. οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
  6. ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
  7. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  8. εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  9. δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
  10. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
  11. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  12. μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
  13. εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
  14. ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
  15. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  16. οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
  17. αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,
  18. αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
  19. θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
  20. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  21. ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
  22. καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
  23. ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.